Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.230 Joseph. AJ 5.234 (English) >>Joseph. AJ 5.238

5.232

Γεδεὼν δὲ τὴν ἀρχὴν ἀποθέσθαι βουλόμενος βιασθεὶς ἔσχεν αὐτὴν ἐπʼ ἔτη τεσσαράκοντα βραβεύων αὐτοῖς τὰ δίκαια καὶ περὶ τῶν διαφορῶν ἐπʼ αὐτὸν βαδιζόντων κύρια πάντα ἦν τὰ ὑπʼ αὐτοῦ λεγόμενα. καὶ μὲν γηραιὸς τελευτήσας ἐν Ἐφρὰν τῇ πατρίδι θάπτεται. 5.233

Παῖδες δὲ ἦσαν αὐτῷ γνήσιοι μὲν ἑβδομήκοντα, πολλὰς γὰρ ἔγημε γυναῖκας, νόθος δʼ εἷς ἐκ παλλακῆς Δρούμας Ἀβιμέλεχος τοὔνομα, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀναχωρήσας εἰς Σίκιμα πρὸς τοὺς ἀπὸ μητρὸς συγγενεῖς, ἐντεῦθεν γὰρ ἦν, καὶ λαβὼν ἀργύριον παρʼ αὐτῶν, οἳ διὰ πλῆθος ἀδικημάτων ἦσαν ἐπίσημοι, 5.234ἀφικνεῖται σὺν αὐτοῖς εἰς τὸν πατρῷον οἶκον καὶ κτείνει πάντας τοὺς ἀδελφοὺς πλὴν Ἰωθάμου· σώζεται γὰρ οὗτος διαφυγεῖν εὐτυχήσας. Ἀβιμέλεχος δὲ εἰς τυραννίδα τὰ πράγματα μεθίστησι κύριον αὑτὸν τι βούλεται ποιεῖν ἀντὶ τῶν νομίμων ἀποδείξας καὶ δεινῶς πρὸς τοὺς τοῦ δικαίου προϊσταμένους ἐκπικραινόμενος. 5.235

Καί ποτε δημοτελοῦς Σικίμοις οὔσης ἑορτῆς καὶ τοῦ πλήθους παντὸς ἐκεῖ συνειλεγμένου ἀδελφὸς αὐτοῦ Ἰωθάμης, ὃν καὶ διαφυγεῖν ἔφαμεν, ἀνελθὼν ἐπὶ τὸ ὄρος τὸ Γαριζείν, ὑπέρκειται δὲ τῆς Σικιμίων πόλεως, ἐκβοήσας εἰς ἐπήκοον τοῦ πλήθους ἡσυχίαν αὐτῷ παρασχόντος ἠξίου μαθεῖν τὰ ὑπʼ αὐτοῦ λεγόμενα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.230 Joseph. AJ 5.234 (English) >>Joseph. AJ 5.238

Powered by PhiloLogic